macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐν πέδαις καὶ χειροπέδαις σιδηραῖς φησι^, ὥστε καὶ πόδα^ς καὶ χεῖρα^ς δεθῆναι διὰ τὸ ἐν πέδαις καὶ χειροπέδαις.
ἐν πέδαις καὶ χειροπέδαις σιδηραῖς φησι, ὥστε καὶ πόδας καὶ χεῖρας δεθῆναι διὰ τὸ ἐν πέδαις καὶ χειροπέδαις.
πέδαις, αἱ τοὺς πόδα^ς ἀσφαλιζόμεναι·
πέδαις, αἱ τοὺς πόδας ἀσφαλιζόμεναι·
χειροπέδαις, αἱ τὰ_ς χεῖρα^ς.
χειροπέδαις, αἱ τὰς χεῖρας.
ἐπεὶ τοίνυν ὁ σωτὴρ τοιαύτην ἀπεφήνατο ἀ^πόφα^σι^ν·
ἐπεὶ τοίνυν ὁ σωτὴρ τοιαύτην ἀπεφήνατο ἀπόφασιν·
δήσαντες αὐτοῦ φησι^ν χεῖρα^ς καὶ πόδα^ς βά^λετε αὐτὸν εἰς τὸ σκότον τὸ ἐξώτερον.
δήσαντες αὐτοῦ φησιν χεῖρας καὶ πόδας βάλετε αὐτὸν εἰς τὸ σκότον τὸ ἐξώτερον.
κα^τὰ^ τοῦτο καὶ ὁ προφήτης φησί^ν·
κατὰ τοῦτο καὶ ὁ προφήτης φησίν·
τοῦ δῆσαι τοὺς βα^σι^λεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς καὶ ποῆσαι ἐν αὐτοῖς κρί^μα^ ἔγγραπτον.
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς καὶ ποῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον.
καὶ τούτων γι_νομένων, τί ἔσται;
καὶ τούτων γινομένων, τί ἔσται;
δόξα_ αὕτη ἐστί^ν φησι^ν τοῖς ὁσί^οις αὐτοῦ.
δόξα αὕτη ἐστίν φησιν τοῖς ὁσίοις αὐτοῦ.
ἀρκεῖ φησι^ν τοῖς ἁ^γί^οις εἰς δόξα^ν τὸ κρῖναι τοὺς κρί_να^ντα^ς, τὸ δῆσαι τοὺς δήσα^ντα^ς, τὸ πα^ρα^πέμψαι τῷ αἰωνί^ῳ κριτηρίῳ τοὺς ἀδί^κῳ κριτηρίῳ ὑ^ποβαλόντας τὰ_ς ἁγί^α_ς ψυ_χά_ς.
ἀρκεῖ φησιν τοῖς ἁγίοις εἰς δόξαν τὸ κρῖναι τοὺς κρίναντας, τὸ δῆσαι τοὺς δήσαντας, τὸ παραπέμψαι τῷ αἰωνίῳ κριτηρίῳ τοὺς ἀδίκῳ κριτηρίῳ ὑποβαλόντας τὰς ἁγίας ψυχάς.
ὥσπερ δὲ τοιαῦτα^ ἐροῦσι^ν οἱ μά^ρτυ^ρες δεικνύντες ἑαυτῶν τὰ^ στί^γμα^τα^, ἃ^ διὰ χριστὸν ὑ^πέστησα^ν.
ὥσπερ δὲ τοιαῦτα ἐροῦσιν οἱ μάρτυρες δεικνύντες ἑαυτῶν τὰ στίγματα, ἃ διὰ χριστὸν ὑπέστησαν.
διό φησι^ν ὁ παῦλος·
διό φησιν ὁ παῦλος·
τοῦ λοιποῦ κόπους μοι μηδεὶς πα^ρεχέτω·
τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω·
ἐγὼ γὰ^ρ τὰ^ στί^γμα^τα^ τοῦ χριστοῦ ἐν τῷ σώμα^τί^ μου βαστάζω ὥσπερ γὰ^ρ ἔχουσι^ν οἱ ἅ^γι^οι ἐγκαλλωπίζεσθαι τοῖς τραύμα^σι^ν ἐκείνοις τοῖς νι_κηφόροις, οὕτω καὶ οἱ ἀσεβεῖς τότε θεώμενοι πολλὴν τὴν μετα^βολήν·
ἐγὼ γὰρ τὰ στίγματα τοῦ χριστοῦ ἐν τῷ σώματί μου βαστάζω ὥσπερ γὰρ ἔχουσιν οἱ ἅγιοι ἐγκαλλωπίζεσθαι τοῖς τραύμασιν ἐκείνοις τοῖς νικηφόροις, οὕτω καὶ οἱ ἀσεβεῖς τότε θεώμενοι πολλὴν τὴν μεταβολήν·
τοὺς αἰχμα^λώτους ἐν δόξῃ, τοὺς κρινομένους κρί_νοντα^ς, τοὺς βασανιζομένους αἰωνίᾳ κολά^σει παραπέμποντα^ς τοὺς πονηροὺς ἄ^ρχοντα^ς καὶ δυ^να^τοὺς ἀσεβήσαντα^ς πλήττονται τὴν ψυ_χὴν εἰς ἔννοια^ν λα^μβά^νοντες τὰ^ τετολμημένα^ καὶ λέγουσι^ν, οὐχ ὅσα^ σήμερον μυθοποιοῦνται, ἀλλ' ὅσα^ ἡ θεία_ γρα^φὴ λέγει·
τοὺς αἰχμαλώτους ἐν δόξῃ, τοὺς κρινομένους κρίνοντας, τοὺς βασανιζομένους αἰωνίᾳ κολάσει παραπέμποντας τοὺς πονηροὺς ἄρχοντας καὶ δυνατοὺς ἀσεβήσαντας πλήττονται τὴν ψυχὴν εἰς ἔννοιαν λαμβάνοντες τὰ τετολμημένα καὶ λέγουσιν, οὐχ ὅσα σήμερον μυθοποιοῦνται, ἀλλ' ὅσα ἡ θεία γραφὴ λέγει·
τότε ὁ δί^καιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν στήσεται, καὶ ἰδόντες αὐτὸν ἐροῦσι^ πρὸς ἑαυτούς·
τότε ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν στήσεται, καὶ ἰδόντες αὐτὸν ἐροῦσι πρὸς ἑαυτούς·
οὐχ οὗτός ἐστι^ν, ὃν ἔχομέν ποτε, οἱ ἄφρονες, εἰς γέλωτα^;
οὐχ οὗτός ἐστιν, ὃν ἔχομέν ποτε, οἱ ἄφρονες, εἰς γέλωτα;
τὸν βί^ον αὐτοῦ ἐλογι^σά^μεθα^ μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτι_μον.
τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον.
πῶς νῦν κα^τελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁ^γί^οις ὁ κλῆρος αὐτοῦ;.
πῶς νῦν κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ;.
φαινομένης δὲ ἐκείνης τῆς δόξης ἐννόησον πηλί^κην εἶναι τὴν τῶν δι^καίων εὐφροσύνην καὶ τὴν βά^σα^νον τῶν ἀδί^κων.
φαινομένης δὲ ἐκείνης τῆς δόξης ἐννόησον πηλίκην εἶναι τὴν τῶν δικαίων εὐφροσύνην καὶ τὴν βάσανον τῶν ἀδίκων.
μὴ γὰ^ρ νομί^σῃς τότε τὴν βά^σα^νον αὐτῶν οὕτως ἅπτεσθαι ὡς τὴν αἰσχύνην.
μὴ γὰρ νομίσῃς τότε τὴν βάσανον αὐτῶν οὕτως ἅπτεσθαι ὡς τὴν αἰσχύνην.
ἀρκεῖ γὰ^ρ καὶ αὐτὴ ἡ αἰσχύ_νη ἀντὶ^ πά_σης κολάσεως·
ἀρκεῖ γὰρ καὶ αὐτὴ ἡ αἰσχύνη ἀντὶ πάσης κολάσεως·
ἀρκεῖ δὲ καὶ τοῖς δι^καίοις ἀντὶ τῆς βα^σι^λεία_ς αὐτὴ ἡ εὐφροσύνη τῆς βα^σι^λεία_ς.
ἀρκεῖ δὲ καὶ τοῖς δικαίοις ἀντὶ τῆς βασιλείας αὐτὴ ἡ εὐφροσύνη τῆς βασιλείας.
τότε πα^ρα^στήσεται παῦλος, τότε ἥξει ἡσαΐας·
τότε παραστήσεται παῦλος, τότε ἥξει ἡσαΐας·
καὶ ὥσπερ, ἀ^δελφοί, ἐπειδὰ^ν τοῖς μηδέπω μεγά^λην πόλι^ν θεασαμένοις ἐπαγγέλλομεν·
καὶ ὥσπερ, ἀδελφοί, ἐπειδὰν τοῖς μηδέπω μεγάλην πόλιν θεασαμένοις ἐπαγγέλλομεν·
ἐλθέ, καὶ ὁρᾷς πόλι^ν μεγά^λην, δημόσι^α^ λοετρὰ^ κάλλει καὶ μεγέθει διαφέροντα^.
ἐλθέ, καὶ ὁρᾷς πόλιν μεγάλην, δημόσια λοετρὰ κάλλει καὶ μεγέθει διαφέροντα.
ἐπειδὰν γοῦν ἐκεῖνός ποτε καταξιωθῇ ἐλθεῖν εἰς τὸν τόπον, ἄρχεται προεπαγγειλάμενος τὴν θέαν ἐναβρύνεσθαι καὶ λέγειν·
ἐπειδὰν γοῦν ἐκεῖνός ποτε καταξιωθῇ ἐλθεῖν εἰς τὸν τόπον, ἄρχεται προεπαγγειλάμενος τὴν θέαν ἐναβρύνεσθαι καὶ λέγειν·
μὴ ἐψευσά^μην;
μὴ ἐψευσάμην;
μὴ οὐκ ἔδειξά^ σοι;
μὴ οὐκ ἔδειξά σοι;
καὶ ὥσπερ ὁ ἐν πείρᾳ τῆς πόλεως ξενιεῖ τὸν ξένον καὶ δείκνυ_σι^ αὐτῷ τὰ^ μὴ γνωριζόμενα^ καὶ λέγει·
καὶ ὥσπερ ὁ ἐν πείρᾳ τῆς πόλεως ξενιεῖ τὸν ξένον καὶ δείκνυσι αὐτῷ τὰ μὴ γνωριζόμενα καὶ λέγει·
αὐτός ἐστι^ν ὁ τόπος, περὶ^ οὗ σοι δι^ελέχθην.
αὐτός ἐστιν ὁ τόπος, περὶ οὗ σοι διελέχθην.
οὗτός ἐστι^ν ὁ τόπος, περὶ^ οὗ σε ἐδί^δα^ξα^, οὕτω καὶ τότε οἱ δί^καιοι πα^ρί^στα^νται τοῖς εἰς τὴν βα^σι^λεία_ν εἰσαχθεῖσι^ν.
οὗτός ἐστιν ὁ τόπος, περὶ οὗ σε ἐδίδαξα, οὕτω καὶ τότε οἱ δίκαιοι παρίστανται τοῖς εἰς τὴν βασιλείαν εἰσαχθεῖσιν.
ἄρχεται τότε λέγειν ἡσαΐας·
ἄρχεται τότε λέγειν ἡσαΐας·
μὴ ἐψευσά^μην εἰπὼν ὅτι^ τότε εὐφρανθήσονται καὶ ἔπαινον ὑπὲρ κεφα^λῆς αὐτῶν ἕξουσι^ν;
μὴ ἐψευσάμην εἰπὼν ὅτι τότε εὐφρανθήσονται καὶ ἔπαινον ὑπὲρ κεφαλῆς αὐτῶν ἕξουσιν;
ἔνθα ἀπέδρα στεναγμός, ἀπέδρα λύπη.
ἔνθα ἀπέδρα στεναγμός, ἀπέδρα λύπη.
καὶ πά^λι^ν ὁ αὐτὸς ἡσαΐας ἐρεῖ τοῖς ἄλλοις·
καὶ πάλιν ὁ αὐτὸς ἡσαΐας ἐρεῖ τοῖς ἄλλοις·
ἐλθέ, καὶ δείξω σοι, ὃν προσεκύ^νεις, ὃν οὐκ εἰδὼς ἠγάπα_ς καὶ πίστει ἐσέβου.
ἐλθέ, καὶ δείξω σοι, ὃν προσεκύνεις, ὃν οὐκ εἰδὼς ἠγάπας καὶ πίστει ἐσέβου.
ἐλθέ, δείξω κεχρημένος ταῖς φωναῖς τῶν προφητῶν.
ἐλθέ, δείξω κεχρημένος ταῖς φωναῖς τῶν προφητῶν.
ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ᾧ ἠγαλλιώμεθα^ καὶ ἠλπί^σα^μεν.
ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ᾧ ἠγαλλιώμεθα καὶ ἠλπίσαμεν.
εἶτα οἱ θεασάμενοι λέγουσι^ν·
εἶτα οἱ θεασάμενοι λέγουσιν·
κύριε, ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσα^μεν, οὐ δὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον πλήν σου.
κύριε, ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐ δὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον πλήν σου.
ἄρχεται καὶ ὁ δαυὶδ λέγειν·
ἄρχεται καὶ ὁ δαυὶδ λέγειν·
δείξω σοι κ ἀγὼ ὡς βα^σι^λεύς, ποῦ κάθηται ὁ ἐξ ἐμοῦ καὶ ἐμὸς δεσπότης.
δείξω σοι κ ἀγὼ ὡς βασιλεύς, ποῦ κάθηται ὁ ἐξ ἐμοῦ καὶ ἐμὸς δεσπότης.
βλέπετε, ποῦ κάθηται, περὶ^ οὗ ἀψευδῶς εἶπον·
βλέπετε, ποῦ κάθηται, περὶ οὗ ἀψευδῶς εἶπον·
εἶπεν ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου·
εἶπεν ὁ κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξι^ῶν μου.
κάθου ἐκ δεξιῶν μου.
παραστήσεται καὶ παῦλος λέγων·
παραστήσεται καὶ παῦλος λέγων·
συγχωρίσατε κ ἀμοί·
συγχωρίσατε κ ἀμοί·
δείξω τὰ^ ἐμὰ^ ἀληθεύοντα^.
δείξω τὰ ἐμὰ ἀληθεύοντα.
βλέπετε τὸν σωτῆρα^ ὑπεράνω πά_σης ἀρχῆς καὶ ἐξουσί^α_ς καὶ κυριότητος καὶ παντὸς ὀνόμα^τος ὀνομαζομένου.
βλέπετε τὸν σωτῆρα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου.
εἶτα οἱ ξεναγωγούμενοι·
εἶτα οἱ ξεναγωγούμενοι·
τίς οὗτος ὁ χορὸς τῶν λαμπόντων;
τίς οὗτος ὁ χορὸς τῶν λαμπόντων;
οὗτοί φησι^ν οἱ προφῆται·
οὗτοί φησιν οἱ προφῆται·
οὗτοι δὲ οἱ στίλβοντες, οἱ ἀ^πόστολοι·
οὗτοι δὲ οἱ στίλβοντες, οἱ ἀπόστολοι·
οὗτοι οἱ τοῖς μώλωψι^ν ἀστράπτοντες, οἱ μάρτυρες·
οὗτοι οἱ τοῖς μώλωψιν ἀστράπτοντες, οἱ μάρτυρες·
οὗτοι οἱ θάλλοντες, οἱ ἀσκηταί·
οὗτοι οἱ θάλλοντες, οἱ ἀσκηταί·
οὗτοι οἱ τὸν πα^ρά^δεισον τρυγῶντες, οἱ νηστευταί·
οὗτοι οἱ τὸν παράδεισον τρυγῶντες, οἱ νηστευταί·
καὶ ἵ^να_ συντεμὼν εἴπω, πάντες οὗτοι καὶ ὁ ὄχλος οὗτος, ὁ χορὸς ὁ ζῶν καὶ εἰς ζωὴν αἰώνι^ον εἰσελθών, ἔστιν ὁ κοπι^ά_σα_ς δι' εὐσέβεια^ν, κα^θὼς λέγει δαυίδ·
καὶ ἵνα συντεμὼν εἴπω, πάντες οὗτοι καὶ ὁ ὄχλος οὗτος, ὁ χορὸς ὁ ζῶν καὶ εἰς ζωὴν αἰώνιον εἰσελθών, ἔστιν ὁ κοπιάσας δι' εὐσέβειαν, καθὼς λέγει δαυίδ·
καὶ ἐκο πίασεν εἰς τὸν αἰῶνα^ καὶ ζήσεται εἰς τέλος.
καὶ ἐκο πίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος.
οὕτως ξεναγωγοῦνται οἱ δοῦλοι τοῦ θεοῦ, ὅτα^ν εἰσέλθωσι^ν εἰς τὴν βα^σι^λεία_ν ἐκείνην.
οὕτως ξεναγωγοῦνται οἱ δοῦλοι τοῦ θεοῦ, ὅταν εἰσέλθωσιν εἰς τὴν βασιλείαν ἐκείνην.
πάλιν ἐκεῖνοι οἱ προλαβόντες ἀναμένουσι^ν τοὺς ἐντεῦθεν ἐξερχομένους, ὅτα^ν ἐξέλθῃ δι^καίου ψυ_χὴ ἐντεῦθεν πα^ρα^πεμπομένη διὰ χειρῶν ἁ^γί^ων ἀγγέλων·
πάλιν ἐκεῖνοι οἱ προλαβόντες ἀναμένουσιν τοὺς ἐντεῦθεν ἐξερχομένους, ὅταν ἐξέλθῃ δικαίου ψυχὴ ἐντεῦθεν παραπεμπομένη διὰ χειρῶν ἁγίων ἀγγέλων·
καὶ πα^ρι^στῶσι^ν ἐν τῇ βασιλί^δι^ πόλει μόνη γὰ^ρ βα^σι^λεύουσα^ πόλι^ς ἡ ἄ^νω ἰερουσαλήμ , καὶ πα^ρεστήκα_σι^ν ὡς ἐν λιμένι^·
καὶ παριστῶσιν ἐν τῇ βασιλίδι πόλει μόνη γὰρ βασιλεύουσα πόλις ἡ ἄνω ἰερουσαλήμ , καὶ παρεστήκασιν ὡς ἐν λιμένι·
καὶ βλέποντες οἱ προλαβόντες λέγουσι^·
καὶ βλέποντες οἱ προλαβόντες λέγουσι·
ταῦτα τὰ^ σκάφη, πόθεν ἦλθον;
ταῦτα τὰ σκάφη, πόθεν ἦλθον;
τί ἤνεγκα^ν;
τί ἤνεγκαν;
τί ἐπραγματεύσαντο;
τί ἐπραγματεύσαντο;
ταῦτα λέγουσι^ν οἱ προλαβόντες δί^καιοι ὡς ἐν λιμένι^ ἐν τῇ βα^σι^λείᾳ θεωροῦντες τοὺς ἐκ τοῦ πολυστενάκτου βί^ου τούτου καὶ πολυκυμά^ντου εἰσερχομένους καὶ ἀβλαβῆ τὰ σκάφη φέροντα^ς, οἷον, ἵ^να_ ὡς ἐν εἴδει πα^ρα^στήσω, τότε οἱ πρὸ τοῦ ἰὼβ ἠρώτων·
ταῦτα λέγουσιν οἱ προλαβόντες δίκαιοι ὡς ἐν λιμένι ἐν τῇ βασιλείᾳ θεωροῦντες τοὺς ἐκ τοῦ πολυστενάκτου βίου τούτου καὶ πολυκυμάντου εἰσερχομένους καὶ ἀβλαβῆ τὰ σκάφη φέροντας, οἷον, ἵνα ὡς ἐν εἴδει παραστήσω, τότε οἱ πρὸ τοῦ ἰὼβ ἠρώτων·
τί ἤνεγκε τὸ σκά^φος πραγματείαν;
τί ἤνεγκε τὸ σκάφος πραγματείαν;
γέμον ἐστί^ φησι^ν ὑπομονῆς.
γέμον ἐστί φησιν ὑπομονῆς.
εἰσῆλθε τὸ σκά^φος τοῦ δαυίδ·
εἰσῆλθε τὸ σκάφος τοῦ δαυίδ·
ἐρωτῶσι^ν οἱ πα^ρὰ^ τὸν λιμένα^·
ἐρωτῶσιν οἱ παρὰ τὸν λιμένα·
τί φέρει τὸ σκά^φος;
τί φέρει τὸ σκάφος;
ἀκούουσι παρὰ τῆς θεία_ς δυ^νά^μεως ὅτι^ πραότητα^ φέρει φόρτον.
ἀκούουσι παρὰ τῆς θείας δυνάμεως ὅτι πραότητα φέρει φόρτον.
ὁ ἰωσήφ, τί ἦλθε φέρων;
ὁ ἰωσήφ, τί ἦλθε φέρων;
σωφροσύνης φόρτον.
σωφροσύνης φόρτον.
τί ἦλθε φέρων ὁ δανιήλ;
τί ἦλθε φέρων ὁ δανιήλ;
σοφίας φόρτον.
σοφίας φόρτον.
διάφορα οὖν χα^ρί^σμα^τα^ ἐνεπορεύσαντο.
διάφορα οὖν χαρίσματα ἐνεπορεύσαντο.
ὁ μὲν πίστι^ν ἐπραγματεύσατο.
ὁ μὲν πίστιν ἐπραγματεύσατο.
μᾶλλον δὲ οἱ πάντες ἄ^νευ πίστεως οὐδὲν ἐπραγματεύσαντο·
μᾶλλον δὲ οἱ πάντες ἄνευ πίστεως οὐδὲν ἐπραγματεύσαντο·
ὁ δὲ σωφροσύνην·
ὁ δὲ σωφροσύνην·
ὁ μὲν ὑπομονήν, ὁ δὲ μαρτυρί^ου πά^θη·
ὁ μὲν ὑπομονήν, ὁ δὲ μαρτυρίου πάθη·
ἄλλος ἀσκητι^κοῦ, ἄλλος νηστεία_ς, ἄλλος ἀγρυπνία_ς κέρδος, ἄλλος ἐλεημοσύνης καὶ φιλοπτωχία_ς·
ἄλλος ἀσκητικοῦ, ἄλλος νηστείας, ἄλλος ἀγρυπνίας κέρδος, ἄλλος ἐλεημοσύνης καὶ φιλοπτωχίας·
οἶδα^ς γὰ^ρ ὅτι^ ὁ πραγματευόμενος, ἐὰ^ν μὴ εὕρῃ ὀλί^γου λα^βεῖν καὶ πολλοῦ πωλῆσαι, οὐ πραγματεύεται, ἀλλὰ^ κ ἂ_ν ἴ^δῃ πολλά^κι^ς ἀρκοῦσα^ν αὐτῷ τὴν ἐμπορίαν πρὸς διατροφήν, κέρδος δὲ μὴ προσποριζόμενον, λέγει·
οἶδας γὰρ ὅτι ὁ πραγματευόμενος, ἐὰν μὴ εὕρῃ ὀλίγου λαβεῖν καὶ πολλοῦ πωλῆσαι, οὐ πραγματεύεται, ἀλλὰ κ ἂν ἴδῃ πολλάκις ἀρκοῦσαν αὐτῷ τὴν ἐμπορίαν πρὸς διατροφήν, κέρδος δὲ μὴ προσποριζόμενον, λέγει·
τοῦτό με οὐ τρέφει.
τοῦτό με οὐ τρέφει.
οὕτω καὶ σύ^, ὅτε πραγματεύει τὴν δι^καιοσύ^νην, ἐὰ^ν οἶδα^ς ὅτι ἀσθενὴς εἶ πρᾶσαι, εἰπέ·
οὕτω καὶ σύ, ὅτε πραγματεύει τὴν δικαιοσύνην, ἐὰν οἶδας ὅτι ἀσθενὴς εἶ πρᾶσαι, εἰπέ·
τοῦτό με οὐ σώζει.
τοῦτό με οὐ σώζει.
οἷον κρεῖττόν μοι φέρει τὸ κέρδος, τοῦτο πραγματεύσομαι.
οἷον κρεῖττόν μοι φέρει τὸ κέρδος, τοῦτο πραγματεύσομαι.
δείξω σοι πῶς ὀλί^γου ἀ^γορά^ζεται ἐνταῦθα^ ἀ^ρετή, καὶ πολλοῦ πωλεῖται.
δείξω σοι πῶς ὀλίγου ἀγοράζεται ἐνταῦθα ἀρετή, καὶ πολλοῦ πωλεῖται.
τί εὐκοπώτερον ψυχροῦ ὕ^δα^τος;
τί εὐκοπώτερον ψυχροῦ ὕδατος;
βλέπε τῶν ἀ^ρετῶν τὸ εὔωνον.
βλέπε τῶν ἀρετῶν τὸ εὔωνον.
δύνῃ ἀ^γορά^σαι διὰ ψυχροῦ ποτηρί^ου καὶ κλάσμα^τος ἄρτου βα^σι^λεία_ν οὐρα^νῶν·
δύνῃ ἀγοράσαι διὰ ψυχροῦ ποτηρίου καὶ κλάσματος ἄρτου βασιλείαν οὐρανῶν·
ἧς γένοιτο πάντας ἡμᾶς ἐπι^τυχεῖν, χάριτι^ καὶ φι^λανθρωπί^ᾳ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
λαμπὰς εὐσεβεία_ς, κήρυγμα^ θεογνωσία_ς, ὁ φωτισμὸς τῆς θεοπνεύστου τῶν γρα^φῶν δι^δα^σκα^λί^α_ς.
λαμπὰς εὐσεβείας, κήρυγμα θεογνωσίας, ὁ φωτισμὸς τῆς θεοπνεύστου τῶν γραφῶν διδασκαλίας.
ἡ γὰ^ρ τῶν γρα^φῶν δι^δα^σκα^λί^α_ εὐσεβεία_ς πηγὴ καὶ ἀ^ληθεία_ς ἀρχή, καὶ τῶν ἁ^γί^ων πα^ρρησί^α_ καὶ πιστῶν προσδοκί^α_, οἰκουμένης ἐλευθερί^α_ καὶ κόσμου σωτηρί^α_.
ἡ γὰρ τῶν γραφῶν διδασκαλία εὐσεβείας πηγὴ καὶ ἀληθείας ἀρχή, καὶ τῶν ἁγίων παρρησία καὶ πιστῶν προσδοκία, οἰκουμένης ἐλευθερία καὶ κόσμου σωτηρία.
οὐχ οὕτω τὸν οὐρα^νὸν οἱ φωστῆρες ὡς τὰ_ς ἡμετέρα_ς ψυ_χὰ_ς οἱ τοῦ θεοῦ καταλάμπουσι^ λόγοι.
οὐχ οὕτω τὸν οὐρανὸν οἱ φωστῆρες ὡς τὰς ἡμετέρας ψυχὰς οἱ τοῦ θεοῦ καταλάμπουσι λόγοι.
οὐχ οὕτω τὴν γῆν ἡ τῶν καρπῶν ποικι^λία ὡς τὰ_ς ἡμετέρα_ς ψυ_χὰ_ς ἡ τῶν γρα^φῶν στεφα^νοῖ δι^δα^σκα^λί^α_.
οὐχ οὕτω τὴν γῆν ἡ τῶν καρπῶν ποικιλία ὡς τὰς ἡμετέρας ψυχὰς ἡ τῶν γραφῶν στεφανοῖ διδασκαλία.
οὐχ οὕτω πηγαὶ καὶ ποτα^μοὶ τὰ^ ἴ^δι^α^ χέουσι^ νά_μα^τα^ ὡς τοῦ ἁ^γί^ου πνεύμα^τος αἱ δι^δα^σκα^λί^αι τὰ^ διειδῆ καὶ κα^θαρὰ^ βρύ_ουσι^ν ῥεύμα^τα^.
οὐχ οὕτω πηγαὶ καὶ ποταμοὶ τὰ ἴδια χέουσι νάματα ὡς τοῦ ἁγίου πνεύματος αἱ διδασκαλίαι τὰ διειδῆ καὶ καθαρὰ βρύουσιν ῥεύματα.
δι^ὰ^ τοῦτο πηγαῖς κα^θα^ραῖς καὶ διειδέσι^ν ἀ^πεικά^ζει τὰ^ θεῖα^ λόγι^α^ ἀντλήσα^τε ὕ^δωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρί^ου.
διὰ τοῦτο πηγαῖς καθαραῖς καὶ διειδέσιν ἀπεικάζει τὰ θεῖα λόγια ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.