macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ ὅρα_ τῆς πανσόφου δι^δα^σκα^λί^α_ς τὴν θεωρί^α_ν τὴν οἰκεία_ν·
καὶ ὅρα τῆς πανσόφου διδασκαλίας τὴν θεωρίαν τὴν οἰκείαν·
καὶ πηγὴν λέγει, καὶ ἀντλεῖν κελεύει.
καὶ πηγὴν λέγει, καὶ ἀντλεῖν κελεύει.
πηγὰς κα^λεῖ τὰ_ς δι^δα^σκα^λί^α_ς δι^ὰ^ τὸ ἡπλωμένον τῆς χά^ρι^τος, ἀντλεῖν κελεύει δι^ὰ^ τὸ ἐπί^πονον τῆς ἐργα^σί^α_ς.
πηγὰς καλεῖ τὰς διδασκαλίας διὰ τὸ ἡπλωμένον τῆς χάριτος, ἀντλεῖν κελεύει διὰ τὸ ἐπίπονον τῆς ἐργασίας.
καὶ ἐπειδὴ αἱ μὲν αἰσθηταὶ πηγαὶ ἐπιπολαίως ἔχουσι^ τὸ ὕ^δωρ, αἱ δὲ γρα^φαὶ ἐν βά^θει ἔχουσι^ν τὰ^ νοήμα^τα^, οὐκ εἶπεν·
καὶ ἐπειδὴ αἱ μὲν αἰσθηταὶ πηγαὶ ἐπιπολαίως ἔχουσι τὸ ὕδωρ, αἱ δὲ γραφαὶ ἐν βάθει ἔχουσιν τὰ νοήματα, οὐκ εἶπεν·
λά^βετε, ἀρύσασθε, ἀλλ' ἀντλήσατε.
λάβετε, ἀρύσασθε, ἀλλ' ἀντλήσατε.
τὸ δὲ ἀντλούμενον ἐκ βά^θους ἀντλεῖται·
τὸ δὲ ἀντλούμενον ἐκ βάθους ἀντλεῖται·
ὕ^δωρ γὰ^ρ βαθὺ ἐν καρδί^ᾳ ἀνδρός, ἀ^νὴρ δὲ σοφὸς ἀντλήσει αὐτό.
ὕδωρ γὰρ βαθὺ ἐν καρδίᾳ ἀνδρός, ἀνὴρ δὲ σοφὸς ἀντλήσει αὐτό.
ἀντλήσωμεν ὕ^δωρ μετ' εὐφροσύνης.
ἀντλήσωμεν ὕδωρ μετ' εὐφροσύνης.
τί^ ἐστι^ν·
τί ἐστιν·
ἀντλήσωμεν μετ' εὐφροσύνης;
ἀντλήσωμεν μετ' εὐφροσύνης;
τούτεστι^ν·
τούτεστιν·
πονήσωμεν χαίροντες, ἐπειδὴ πᾶς πόνος μοχθηρὸς τῷ πονοῦντι^.
πονήσωμεν χαίροντες, ἐπειδὴ πᾶς πόνος μοχθηρὸς τῷ πονοῦντι.
ἡ δὲ περὶ^ τὰ^ θεῖα^ λόγι^α^ μελέτη, κ ἂ_ν πόνος ἔχῃ, ἡδὺ^ν ἔχει τὸν κά^μα^τον.
ἡ δὲ περὶ τὰ θεῖα λόγια μελέτη, κ ἂν πόνος ἔχῃ, ἡδὺν ἔχει τὸν κάματον.
λέγει·
λέγει·
ἀντλήσατε ὕ^δωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρί^ου.
ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
οἱ εὐαγγελι^κοὶ λόγοι, οὗτοι εἰσὶ^ν πηγαὶ τοῦ σωτηρί^ου.
οἱ εὐαγγελικοὶ λόγοι, οὗτοι εἰσὶν πηγαὶ τοῦ σωτηρίου.
ἦσα^ν δὲ τὸ πρὶ^ν αἱ ἀρχαῖαι πηγαὶ καὶ ἐκα^λοῦντο τοῦ ἰσραὴλ πηγαὶ οἱ προφητι^κοὶ λόγοι.
ἦσαν δὲ τὸ πρὶν αἱ ἀρχαῖαι πηγαὶ καὶ ἐκαλοῦντο τοῦ ἰσραὴλ πηγαὶ οἱ προφητικοὶ λόγοι.
ἐπειδὴ γὰ^ρ οἱ τῶν προφητῶν λόγοι πα^ρὰ^ μόνῳ ἦσα^ν τῷ λα_ῷ τῷ ἀρχαίῳ, αἱ δὲ νέαι πηγαὶ τῶν ἀ^ποστόλων εἰς πᾶσα^ν ἐξεχύθησα^ν τὴν οἰκουμένην.
ἐπειδὴ γὰρ οἱ τῶν προφητῶν λόγοι παρὰ μόνῳ ἦσαν τῷ λαῷ τῷ ἀρχαίῳ, αἱ δὲ νέαι πηγαὶ τῶν ἀποστόλων εἰς πᾶσαν ἐξεχύθησαν τὴν οἰκουμένην.
αἱ πρῶται πηγαὶ τοῦ ἰσραήλ, αἱ νέαι πηγαὶ τοῦ σωτηρί^ου.
αἱ πρῶται πηγαὶ τοῦ ἰσραήλ, αἱ νέαι πηγαὶ τοῦ σωτηρίου.
περὶ^ μὲν οὖν τῶν ἀρχαίων πηγῶν δαυὶδ λέγει·
περὶ μὲν οὖν τῶν ἀρχαίων πηγῶν δαυὶδ λέγει·
ἐν ἐκκλησί^αις εὐλογεῖτε τὸν θεὸν κύ_ρι^ον ἐκ πηγῶν ἰσραήλ·
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν ἰσραήλ·
περὶ^ δὲ τῶν νέων ἡσαΐας·
περὶ δὲ τῶν νέων ἡσαΐας·
ἀντλήσατε ὕ^δωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρί^ου.
ἀντλήσατε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
τί^ δὲ τὸ σωτήριον;
τί δὲ τὸ σωτήριον;
ἑρμηνεύει συμεὼν ἐν τῷ·
ἑρμηνεύει συμεὼν ἐν τῷ·
ὡς γὰ^ρ ἐν ταῖς ἀ^γκά^λαις ἔλα^βεν τὸ σωτήριον βρέφος καὶ ἐβάσταξεν χερσὶ^ν τὸν βαστάζοντα^ τὰ^ πά^ντα^, οὐ πρὸς τὸ φαινόμενον ἀ^φορῶν τοῦ σώμα^τος σχῆμα^, ἀλλὰ^ πρὸς τὸ κρυπτὸν τῆς θεότητος ἀξί^ωμα^, ἔλεγεν βαστάζων τὸν τὰ^ πά^ντα^ φέροντα^·
ὡς γὰρ ἐν ταῖς ἀγκάλαις ἔλαβεν τὸ σωτήριον βρέφος καὶ ἐβάσταξεν χερσὶν τὸν βαστάζοντα τὰ πάντα, οὐ πρὸς τὸ φαινόμενον ἀφορῶν τοῦ σώματος σχῆμα, ἀλλὰ πρὸς τὸ κρυπτὸν τῆς θεότητος ἀξίωμα, ἔλεγεν βαστάζων τὸν τὰ πάντα φέροντα·
νῦν ἀπολύ^εις τὸν δοῦλόν σου δέσποτα^, ἐν εἰρήνῃ κα^τὰ^ τὸ ῥῆμά^ σου·
νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα, ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου·
εἶδον γὰ^ρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.
εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.
ἔλθωμεν τοίνυ^ν ἐπὶ^ μί^α^ν πηγὴν τοῦ σωτηρί^ου, τὸν μα^κά^ριον ἰωάννην τὸν βαπτιστήν, ἵ^να_ καὶ τοῖς ἀ^ρτί^ως ὑπανα^ γνωσθεῖσι^ τὸ ἱ^κα^νὸν ποιήσῃ διακονούμενος ὁ τῆς ἡμετέρα_ς βραχύτητος λόγος.
ἔλθωμεν τοίνυν ἐπὶ μίαν πηγὴν τοῦ σωτηρίου, τὸν μακάριον ἰωάννην τὸν βαπτιστήν, ἵνα καὶ τοῖς ἀρτίως ὑπανα γνωσθεῖσι τὸ ἱκανὸν ποιήσῃ διακονούμενος ὁ τῆς ἡμετέρας βραχύτητος λόγος.
ἔλεγεν τοῖς πορευομένοις βαπτισθῆναι ὑπ' αὐτοῦ ὁ ἰωάννης·
ἔλεγεν τοῖς πορευομένοις βαπτισθῆναι ὑπ' αὐτοῦ ὁ ἰωάννης·
γεννήμα^τα^ ἐχιδνῶν, τί^ς ὑ^πέδειξεν ὑ_μῖν φυ^γεῖν ἀ^πὸ τῆς μελλούσης ὀργῆς;
γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
ξένον διδασκαλί^ου ἐπάγγελμα^, ξένη περίοδος τῆς σωτηριώδους δι^δα^σκα^λί^α_ς·
ξένον διδασκαλίου ἐπάγγελμα, ξένη περίοδος τῆς σωτηριώδους διδασκαλίας·
ὑβρίζων εὐεργετεῖ καὶ ἀ^πειλῶν εὐαγγελίζεται·
ὑβρίζων εὐεργετεῖ καὶ ἀπειλῶν εὐαγγελίζεται·
γεννήμα^τα^ ἐχιδνῶν, τί^ς ὑ^πέδειξεν ὑ_μῖν φυ^γεῖν;
γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν;
εἰ ὅλως φεύγωμεν τὴν ὀργήν, πῶς γεννήμα^τα^ ἐχιδνῶν ἐσμέν;
εἰ ὅλως φεύγωμεν τὴν ὀργήν, πῶς γεννήματα ἐχιδνῶν ἐσμέν;
ἀλλὰ^ καὶ γεννήμα^τα^ κα^λεῖ, καὶ εὐαγγελίζεται αὐτοῖς τὴν σωτηρί^α_ν, ἵ^να_ δι^ὰ^ μὲν τοῦ ὀνόμα^τος τῆς ἐχίδνης τὴν ἀρχαία_ν κατάστασι^ν δείξῃ, δι^ὰ^ δὲ τοῦ φυ^γεῖν τὴν ὀργὴν τὸν καρπὸν τῆς μετα^νοία_ς ἑρμηνεύσῃ.
ἀλλὰ καὶ γεννήματα καλεῖ, καὶ εὐαγγελίζεται αὐτοῖς τὴν σωτηρίαν, ἵνα διὰ μὲν τοῦ ὀνόματος τῆς ἐχίδνης τὴν ἀρχαίαν κατάστασιν δείξῃ, διὰ δὲ τοῦ φυγεῖν τὴν ὀργὴν τὸν καρπὸν τῆς μετανοίας ἑρμηνεύσῃ.
γεννήμα^τα^ ἐχιδνῶν, τί^ς ὑ^πέδειξεν ὑ_μῖν φυ^γεῖν;
γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν;
ὡσεὶ ἔλεγε·
ὡσεὶ ἔλεγε·
τί^ς, ἀ^ναξί^οις ὑ_μῖν οὖσι^ τοῦ σωθῆναι, ὑ^πέδειξεν ὀδὸν σωτηρί^α_ς;
τίς, ἀναξίοις ὑμῖν οὖσι τοῦ σωθῆναι, ὑπέδειξεν ὀδὸν σωτηρίας;
τί^ σὺ^ δι^δά^σκεις καὶ ὑβρίζεις, δεικνύ^εις τὴν ὁ δὸν καὶ ἐπι^τι_μᾷς;
τί σὺ διδάσκεις καὶ ὑβρίζεις, δεικνύεις τὴν ὁ δὸν καὶ ἐπιτιμᾷς;
σὺ^ ἐδί^δα^ξα^ς ἡμᾶς φυ^γεῖν, ὁ λέγων·
σὺ ἐδίδαξας ἡμᾶς φυγεῖν, ὁ λέγων·
μετανοεῖτε·
μετανοεῖτε·
ἤγγι^κεν γὰ^ρ ἡ βα^σι^λεία_ τὼν οὐρα^νῶν.
ἤγγικεν γὰρ ἡ βασιλεία τὼν οὐρανῶν.
ἀλλ' ὥσπερ τὸν διαφεύγοντα^ τι_μωρί^α_ν ὁ βουλόμενος, εἰς αἴσθησι^ν ἀ^γα^γεῖν ἧς διέφυγεν ὀργῆς ὑποτί^θεται τὸ κατ' ἀ^ξί^α_ν, ἵ^να_ μά^θῃ τί^νος ἔτυ^χεν, ἀγνοεῖς φησι^ν οἷον ἐξέφυ^γες κίνδυ_νον ἢ τι_μωρί^α_ν, οὐχ ἵ^να_ ὀνειδί^σῃ, ἀλλ' ἵ^να_ εἰς αἴσθησι^ν αὐτὸν τῆς εὐεργεσί^α_ς ἀ^γά^γῃ.
ἀλλ' ὥσπερ τὸν διαφεύγοντα τιμωρίαν ὁ βουλόμενος, εἰς αἴσθησιν ἀγαγεῖν ἧς διέφυγεν ὀργῆς ὑποτίθεται τὸ κατ' ἀξίαν, ἵνα μάθῃ τίνος ἔτυχεν, ἀγνοεῖς φησιν οἷον ἐξέφυγες κίνδυνον ἢ τιμωρίαν, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ' ἵνα εἰς αἴσθησιν αὐτὸν τῆς εὐεργεσίας ἀγάγῃ.
γεννήματα ἐχιδνῶν ταῦτα^ λέγει ὁ βαπτιστής, καὶ οὐκ ἄχθονται οἱ ἀ^κούοντες.
γεννήματα ἐχιδνῶν ταῦτα λέγει ὁ βαπτιστής, καὶ οὐκ ἄχθονται οἱ ἀκούοντες.
ἦσα^ν γὰ^ρ μα^θηταὶ τοῦ δαυὶδ τοῦ λέγοντος·
ἦσαν γὰρ μαθηταὶ τοῦ δαυὶδ τοῦ λέγοντος·
παιδεύσει με δί^καιος ἐν ἐλέει καὶ ἐλέγξει με.
παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με.
ποιήσα^τε οὖν φησι^ν καρπὸν ἄ^ξι^ον τῆς μετα^νοία_ς.
ποιήσατε οὖν φησιν καρπὸν ἄξιον τῆς μετανοίας.
ἑρμήνευσον τὸ τί^ς ὑ^πέδειξεν.
ἑρμήνευσον τὸ τίς ὑπέδειξεν.
ἡ μετάνοια^.
ἡ μετάνοια.
εἰ τῇ μετα^νοίᾳ προσεδράμετε, ποιήσα^τε καρποὺς ἀ^ξί^ους μετα^νοία_ς.
εἰ τῇ μετανοίᾳ προσεδράμετε, ποιήσατε καρποὺς ἀξίους μετανοίας.
καὶ ἐπειδὴ ἔβλεπεν αὐτοὺς ὠφρυωμένους ἐπὶ^ τῷ εἶναι τοῦ ἀβραὰμ τέκνα^, βουληθεὶς αὐτοὺς εἰς αἴσθησι^ν ἀ^γα^γεῖν ὅτι^ οὐχ ἡ τοῦ γένους κοινωνί^α_ κυ_ροῖ τὴν εὐγένεια^ν, ἀλλ' ἡ τῶν τρόπων συ^μφωνί^α_, λέγει·
καὶ ἐπειδὴ ἔβλεπεν αὐτοὺς ὠφρυωμένους ἐπὶ τῷ εἶναι τοῦ ἀβραὰμ τέκνα, βουληθεὶς αὐτοὺς εἰς αἴσθησιν ἀγαγεῖν ὅτι οὐχ ἡ τοῦ γένους κοινωνία κυροῖ τὴν εὐγένειαν, ἀλλ' ἡ τῶν τρόπων συμφωνία, λέγει·
ποιήσατε καρποὺς ἀ^ξί^ους μετα^νοία_ς καὶ μὴ ἄρξητε λέγειν·
ποιήσατε καρποὺς ἀξίους μετανοίας καὶ μὴ ἄρξητε λέγειν·
πα^τέρα^ ἔχομεν τὸν ἀβραάμ, ὅτι^ οὐ σῴζει γένος ὃν οὐ σῴζει τρόπος, οὐ δὲ ὑψοῖ γένους κοινωνί^α_ ὃν μὴ στεφα^νοῖ τρόπων συ^μφωνί^α_.
πατέρα ἔχομεν τὸν ἀβραάμ, ὅτι οὐ σῴζει γένος ὃν οὐ σῴζει τρόπος, οὐ δὲ ὑψοῖ γένους κοινωνία ὃν μὴ στεφανοῖ τρόπων συμφωνία.
καὶ ἵ^να_ μά^θῃς ὅτι^ οὐδὲν ὄφελος τοῖς ἔχουσι^ν τὸ γένος τοῦ ἀβραάμ, μὴ σῴζουσι^ν δὲ τὴν εὐγένεια^ν τῶν τρόπων, ὁ μὲν ἅγι^ος οὗτος κα^λεῖ τοὺς ἐξ ἐκείνων τεχθέντας γεννήματα ἐχιδνῶν, οὐ τοὺς πα^τρι^ά^ρχα_ς ὑβρίζων οὐ δὲ ἐκείνους κα^λῶν ἐχίδνης τέκνα^, ἀλλὰ^ τούτων τὴν κα^κί^α_ν ἐλέγχων, ὥσπερ καὶ ἡσαΐας ἔλεγε πρὸς τὸν...
καὶ ἵνα μάθῃς ὅτι οὐδὲν ὄφελος τοῖς ἔχουσιν τὸ γένος τοῦ ἀβραάμ, μὴ σῴζουσιν δὲ τὴν εὐγένειαν τῶν τρόπων, ὁ μὲν ἅγιος οὗτος καλεῖ τοὺς ἐξ ἐκείνων τεχθέντας γεννήματα ἐχιδνῶν, οὐ τοὺς πατριάρχας ὑβρίζων οὐ δὲ ἐκείνους καλῶν ἐχίδνης τέκνα, ἀλλὰ τούτων τὴν κακίαν ἐλέγχων, ὥσπερ καὶ ἡσαΐας ἔλεγε πρὸς τὸν λαὸν τὸν ἀπὸ τοῦ ἀ...
ἀκούσατε λόγον κυ_ρί^ου ἄρχοντες σοδόμων, οὐ συγγενεῖς αὐτοὺς ἐπιστά^μενος σοδομιτῶν, ἀλλ' ὁμοτρόπους, ἵ^να_ δείξῃ ὅτι^ γένος τρόπους ἐργάζεται·
ἀκούσατε λόγον κυρίου ἄρχοντες σοδόμων, οὐ συγγενεῖς αὐτοὺς ἐπιστάμενος σοδομιτῶν, ἀλλ' ὁμοτρόπους, ἵνα δείξῃ ὅτι γένος τρόπους ἐργάζεται·
ἀκούσατε λόγον κυ_ρί^ου ἄρχοντες σοδόμων, προσέχετε νόμον θεοῦ ἡμῶν λα_ὸς γομμόρρας.
ἀκούσατε λόγον κυρίου ἄρχοντες σοδόμων, προσέχετε νόμον θεοῦ ἡμῶν λαὸς γομμόρρας.
καὶ ὁ εἰπών·
καὶ ὁ εἰπών·
ἄρχοντες σοδόμων, λέγει·
ἄρχοντες σοδόμων, λέγει·
λούσασθε, κα^θα^ροὶ γενέσθε, ἀ^δελφὸς ἰωάννου, καὶ ἐπι^τι_μῶν καὶ δι^δά^σκων·
λούσασθε, καθαροὶ γενέσθε, ἀδελφὸς ἰωάννου, καὶ ἐπιτιμῶν καὶ διδάσκων·
ἀκούσατε λόγον κυ_ρί^ου ἄρχοντες σοδόμων.
ἀκούσατε λόγον κυρίου ἄρχοντες σοδόμων.
ἔχε τοῦτο παρατετηρημένον ἐν ταῖς στήλαις τῆς δι^α^νοία_ς σου, ἵ^να_ ὅτα^ν ἀ^κούσῃς ἰουδαίου ὀνειδίζοντός σε ἢ λέγοντος·
ἔχε τοῦτο παρατετηρημένον ἐν ταῖς στήλαις τῆς διανοίας σου, ἵνα ὅταν ἀκούσῃς ἰουδαίου ὀνειδίζοντός σε ἢ λέγοντος·
πόθεν ἔχετε τὰ_ς γρα^φὰ_ς τῶν προφητῶν;
πόθεν ἔχετε τὰς γραφὰς τῶν προφητῶν;
ἢ·
ἢ·
πόθεν ἔχετε πα^τέρα^ ἔχειν τὸν ἀβραάμ;
πόθεν ἔχετε πατέρα ἔχειν τὸν ἀβραάμ;
εἴπῃς αὐτῷ·
εἴπῃς αὐτῷ·
ἐπειδὴ ἡ ἐκκλησί^α_ σεμνύνεται τὸν ἀβραὰμ πα^τέρα^ ἔχειν κα^τὰ^ πίστι^ν.
ἐπειδὴ ἡ ἐκκλησία σεμνύνεται τὸν ἀβραὰμ πατέρα ἔχειν κατὰ πίστιν.
ἐὰν λέγῃ ὁ ἐνα^ντι^ούμενος·
ἐὰν λέγῃ ὁ ἐναντιούμενος·
πόθεν σὺ^ υἱὸς τοῦ ἀβραάμ;
πόθεν σὺ υἱὸς τοῦ ἀβραάμ;
εἰπὲ αὐτῷ·
εἰπὲ αὐτῷ·
πόθεν σὺ^ υἱὸς σοδόμων;
πόθεν σὺ υἱὸς σοδόμων;
ἐὰν εἴπῃ·
ἐὰν εἴπῃ·
δι^ὰ^ τὴν ἀ^πιστίαν τῶν τότε, ἐρεῖς αὐτῷ·
διὰ τὴν ἀπιστίαν τῶν τότε, ἐρεῖς αὐτῷ·
εἰ ἀ^πι^στί^α_ ἴσχυ_σε τὴν εὐγένεια^ν ὑβρί^σαι, ἡ πί^στι_ς τὴν ἀγένεια^ν εἰς εὐγένεια^ν οὐ μετα^φέρει;
εἰ ἀπιστία ἴσχυσε τὴν εὐγένειαν ὑβρίσαι, ἡ πίστις τὴν ἀγένειαν εἰς εὐγένειαν οὐ μεταφέρει;
συμφωνοῦσιν τούτῳ πάντες οἱ προφῆται, τρόπον τι_μῶντες καὶ γένος δεύτερον τιθέμενοι, ὡς ἔλεγεν ὁ ἰεζεκιήλ·
συμφωνοῦσιν τούτῳ πάντες οἱ προφῆται, τρόπον τιμῶντες καὶ γένος δεύτερον τιθέμενοι, ὡς ἔλεγεν ὁ ἰεζεκιήλ·
ὁ πα^τήρ σου ἀμορραῖος καὶ ἡ μήτηρ σου γετταία·
ὁ πατήρ σου ἀμορραῖος καὶ ἡ μήτηρ σου γετταία·
ἡ ἀ^δελφή σου σόδομα.
ἡ ἀδελφή σου σόδομα.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἵ^να_ μὴ δόξωσι^ν οἱ ἰουδαῖοι ὑβριζόμενοι ὑπομένειν ὡς σοδομῖται ἀ^κούοντες, καὶ ἡ ἰουδαία δοκεῖ ὑβρίζεσθαι ἀ^δελφὴ σοδόμων ἀ^κούσα_σα^, λύ_ει αὐτῆς τὴν κα^κὴν ὑ^ποψίαν ὁ προφήτης καὶ βούλεται αὐτὴν πεῖσαι, ὅτι^ μᾶλλον τι_μᾶται κα^λουμένη ἀ^δελφὴ σοδόμων ἢ ὑβρίζεται, δι^ό^τι^ μείζονα^ ἐργαζομένη κα^κά^, ἀ^δελφὴ αὐτῆς ὀ...
ἵνα μὴ δόξωσιν οἱ ἰουδαῖοι ὑβριζόμενοι ὑπομένειν ὡς σοδομῖται ἀκούοντες, καὶ ἡ ἰουδαία δοκεῖ ὑβρίζεσθαι ἀδελφὴ σοδόμων ἀκούσασα, λύει αὐτῆς τὴν κακὴν ὑποψίαν ὁ προφήτης καὶ βούλεται αὐτὴν πεῖσαι, ὅτι μᾶλλον τιμᾶται καλουμένη ἀδελφὴ σοδόμων ἢ ὑβρίζεται, διότι μείζονα ἐργαζομένη κακά, ἀδελφὴ αὐτῆς ὀνομάζεται.
ἐπεὶ οὖν βα^ρέως ἔφερεν ὁ λα_ὸς ἀ^κούειν τὴν ἀ^δελφὴν σοδόμων, λύ_ει τὴν ἀμφιβολίαν ὁ θεὸς λέγων·
ἐπεὶ οὖν βαρέως ἔφερεν ὁ λαὸς ἀκούειν τὴν ἀδελφὴν σοδόμων, λύει τὴν ἀμφιβολίαν ὁ θεὸς λέγων·
ζῶ ἐγώ, λέγει κύ_ρι^ος, οὐχ ἥμαρτεν ἡ ἀ^δελφή σου σόδομα κα^τὰ^ τὰ^ ἡμι^σεία_ς τῶν ἁμαρτι^ῶν σου.
ζῶ ἐγώ, λέγει κύριος, οὐχ ἥμαρτεν ἡ ἀδελφή σου σόδομα κατὰ τὰ ἡμισείας τῶν ἁμαρτιῶν σου.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ὥσπερ ὁ κλέπτης καθ' ἑαυτὸν ἐπονείδιστόν ἐστι^ν πρᾶγμα^, ἀντιπαραθέμενος δὲ λῃστῇ ἢ φονεῖ δοκεῖ ἐλευθέριος εἶναι πρὸς ἐκεῖνον, οὕτω καὶ σὺ πρὸς σύγκρισι^ν σοδόμων.
ὥσπερ ὁ κλέπτης καθ' ἑαυτὸν ἐπονείδιστόν ἐστιν πρᾶγμα, ἀντιπαραθέμενος δὲ λῃστῇ ἢ φονεῖ δοκεῖ ἐλευθέριος εἶναι πρὸς ἐκεῖνον, οὕτω καὶ σὺ πρὸς σύγκρισιν σοδόμων.
μᾶλλον δὲ σόδομα πρὸς σύγκρισι^ν δικαιότερα^ εἰσί^ν.
μᾶλλον δὲ σόδομα πρὸς σύγκρισιν δικαιότερα εἰσίν.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
λέγει ἡ γρα^φή·
λέγει ἡ γραφή·
οὐχ ἥμαρτεν ἡ ἀ^δελφή σου ὡς σύ^.
οὐχ ἥμαρτεν ἡ ἀδελφή σου ὡς σύ.
ζῶ ἐγώ, λέγει κύ_ρι^ος, δεδι^καίωται ἐκ σοῦ, ἀντὶ^ τοῦ τοῖς ἔργοις πα^ρα τι^θεμένη ἐλευθεριωτέρα φαίνεται.
ζῶ ἐγώ, λέγει κύριος, δεδικαίωται ἐκ σοῦ, ἀντὶ τοῦ τοῖς ἔργοις παρα τιθεμένη ἐλευθεριωτέρα φαίνεται.
εἰ τοίνυ^ν σοδομιτῶν χείρους ἐγένοντο οἱ ἰσραηλῖται, τί^νος ἕνεκεν τὰ^ σοδομιτῶν οὐχ ὑ^πέστησα^ν;
εἰ τοίνυν σοδομιτῶν χείρους ἐγένοντο οἱ ἰσραηλῖται, τίνος ἕνεκεν τὰ σοδομιτῶν οὐχ ὑπέστησαν;
ἐπειδὴ ᾔδει ὁ θεὸς τοὺς μέλλοντα^ς καρποὺς ἀνακύ^πτειν ἐξ ἐκείνων·
ἐπειδὴ ᾔδει ὁ θεὸς τοὺς μέλλοντας καρποὺς ἀνακύπτειν ἐξ ἐκείνων·
ἀ^ποστόλους, εὐα^γγελι^στά_ς, κήρυ_κα^ς καὶ αὐτὸ τὸ σωτήριον σῶ^μα^ ὃ ἔλα^βεν ὁ εὐεργέτης.
ἀποστόλους, εὐαγγελιστάς, κήρυκας καὶ αὐτὸ τὸ σωτήριον σῶμα ὃ ἔλαβεν ὁ εὐεργέτης.
ἐφείσατο τῆς ῥίζης ἀγνωμοσύνης, ἵ^να_ μὴ ἐκκόψῃ τοὺς καρποὺς τῆς ἀ^ληθεία_ς, ἄδι^κον εἶναι ἡγούμενος, ὡς δί^καιος, συντεμεῖν τὴν φορὰν τῶν ἀ^γα^θῶν δι^ὰ^ τὴν ῥίζαν τῶν φαύλων.
ἐφείσατο τῆς ῥίζης ἀγνωμοσύνης, ἵνα μὴ ἐκκόψῃ τοὺς καρποὺς τῆς ἀληθείας, ἄδικον εἶναι ἡγούμενος, ὡς δίκαιος, συντεμεῖν τὴν φορὰν τῶν ἀγαθῶν διὰ τὴν ῥίζαν τῶν φαύλων.
δι^ὰ^ τοῦτο ἡσαΐας εἰπών·
διὰ τοῦτο ἡσαΐας εἰπών·
ἀκούσατε λόγον κυ_ρί^ου ἄρχοντες σοδόμων·
ἀκούσατε λόγον κυρίου ἄρχοντες σοδόμων·
προσέχετε νόμον θεοῦ ὑ_μῶν, λα_ὸς γομμόρρας, ἵ^να_ ἑρμηνεύσει τὴν αἰτί^α_ν δι' ἣν τὰ^ σοδομιτῶν ποιοῦντες, οὐ τὰ^ σοδομιτῶν πά^σχουσι^ν, λέγει·
προσέχετε νόμον θεοῦ ὑμῶν, λαὸς γομμόρρας, ἵνα ἑρμηνεύσει τὴν αἰτίαν δι' ἣν τὰ σοδομιτῶν ποιοῦντες, οὐ τὰ σοδομιτῶν πάσχουσιν, λέγει·
ἡ γῆ ὑ_μῶν ἔρημος, αἱ πόλεις ὑ_μῶν πυ^ρίκαυστοι.
ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι.
καί·
καί·
εἰ μὴ κύ_ρι^ος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα^, ὡς σόδομα ἂ^ν ἐγενήθημεν καὶ ὡς γομμόρρα ἂ^ν ὡμοιώθημεν.
εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς σόδομα ἂν ἐγενήθημεν καὶ ὡς γομμόρρα ἂν ὡμοιώθημεν.
εἰ μὴ προσεδοκᾶτο ὁ καρπὸς τῶν ἀ^ποστόλων, εἰ μὴ ἀνέμενεν ὁ θεὸς τὸν καρπὸν τῶν εὐαγγελιστῶν, εἰ μὴ τὸ ἅ^γι^ον ἐκεῖνο σπέρμα^ τὸ προσερχόμενον ἐκ τῆς ἁγί^α_ς παρθένου, ὡς σόδομα ἂ^ν ἐγενήθημεν.
εἰ μὴ προσεδοκᾶτο ὁ καρπὸς τῶν ἀποστόλων, εἰ μὴ ἀνέμενεν ὁ θεὸς τὸν καρπὸν τῶν εὐαγγελιστῶν, εἰ μὴ τὸ ἅγιον ἐκεῖνο σπέρμα τὸ προσερχόμενον ἐκ τῆς ἁγίας παρθένου, ὡς σόδομα ἂν ἐγενήθημεν.
ὅτι^ δὲ οὕτως ἐνενοήθη τοῖς ἁ^γί^οις καὶ οὐχ ἡμεῖς τὴν ἔννοια^ν βι^α^ζόμεθα^, ἄ^κουε παύλου·
ὅτι δὲ οὕτως ἐνενοήθη τοῖς ἁγίοις καὶ οὐχ ἡμεῖς τὴν ἔννοιαν βιαζόμεθα, ἄκουε παύλου·